Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.315 Joseph. AJ 16.321 (English) >>Joseph. AJ 16.326

16.319δέξασθαι ἡμᾶς τῷ φρουρίῳ.” μετὰ τοῦτο τὸ γραμματεῖον μὲν Ἡρώδης οὐκ ἐνδοιασίμως εἶχεν περὶ τῆς τῶν παίδων εἰς αὐτὸν ἐπιβουλῆς, Ἀλέξανδρος δὲ Διόφαντον ἔφη τὸν γραμματέα μιμήσασθαι τὸν τύπον καὶ διʼ Ἀντιπάτρου κακουργηθῆναι τὸ γραμματίδιον· γάρ τοι Διόφαντος ἐδόκει τὰ τοιαῦτα δεινὸς ἐν ὑστέρῳ τε διελεγχθεὶς ἐπʼ ἄλλοις οὕτως ἀπέθανεν. 16.320

Τοὺς δὲ βασανισθέντας βασιλεὺς καὶ εἰς τὸ πλῆθος προήγαγεν ἐν Ἱεριχοῦντι κατηγοροῦντας τῶν παίδων· καὶ τούτους μὲν ἐκ χειρὸς οἱ πολλοὶ βάλλοντες ἀπέκτειναν. 16.321ὡρμημένων δὲ καὶ τοὺς περὶ τὸν Ἀλέξανδρον ὁμοίως κτεῖναι, τοῦτο μὲν βασιλεὺς παρῃτήσατο διὰ Πτολεμαίου καὶ Φερώρα τὸ πλῆθος ἀναστείλας, ἦν δὲ φυλακὴ καὶ τήρησις αὐτῶν καὶ προσῄει μὲν οὐδείς, πάντα δʼ ἐπεσκοπεῖτο τὰ γινόμενα καὶ λαλούμενα, καὶ τί γὰρ καταδίκων εἶχον ἀδοξίαν καὶ δέος. 16.322ἕτερος δʼ αὐτῶν Ἀριστόβουλος ἐκ βαρυθυμίας ὑπαγόμενος καὶ τὴν ἑαυτοῦ τηθίδα καὶ πενθερὰν συναλγεῖν αὐτῷ ταῖς συμφοραῖς καὶ μισεῖν τὸν τοιαῦτα πειθόμενονοὐ γάρ, ἔφη, καὶ σοὶ κίνδυνος ἀπωλείας διαβεβλημένῃ Συλλαίῳ κατʼ ἐλπίδα 16.323γάμων ἅπαντα τἀνθάδε προμηνύειν;” τούτους ἐκείνη ταχὺ μάλα τἀδελφῷ προσφέρει τοὺς λόγους. δʼ οὐκέτι κατασχὼν αὑτὸν δῆσαί τε κελεύει καὶ διαστήσαντας ἀπʼ ἀλλήλων ὅσα κακῶς ἐποίησαν ἐπὶ τῷ πατρὶ ταῦτα γραψαμένους ἀποφέρειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.315 Joseph. AJ 16.321 (English) >>Joseph. AJ 16.326

Powered by PhiloLogic